γαλῆν δόλῳ τις συλλαβώντε καὶ δήσας ἔπνιγε βάλλων ὑδάτων συναγκείᾳ. τῆς δ’αὖ λεγούσης “ὡς κακὴν χάριν τίνεις ὧν σ’ὠφέλουν, θηρῶσα μῦςτε καὶ σαύρας,” “ἐπιμαρτυρῶ σοι” φησίν · “ἀλλὰ καὶ πάσας ἔπνιγες ὄρνεις, πάντα δ’οἶκον ἠρήμους, κρεῶν (δ’) ἀνέῳγες ἄγγος, ὥστε τεθνήξῃ, βλάπτουσα μᾶλλον ἤπερ ὠφελοῦσ’ἡμᾶς”. πρὸς τοὺς μετρίως μὲν ὠφελοῦντας, βλάπτοντας δὲ τὰ μεγάλα, εὔκαιρός ἐστιν ὁ λόγος.