λῃστὴς ἐν ὁδῷ τινα ἀποκτείνας, ἐπειδὴ παρὰ τῶν ἐπιτυχόντων ἐδιώκετο, καταλιπὼν αὐτὸν ἔφυγε. τῶν δὲ ἄντικρυς ὁδευόντων πυνθανομένων αὐτοῦ, τίνι μεμολυσμένας ἔχοι τὰς χεῖρας, ἔλεγεν ἀπὸ συκαμίνου καταβεβηκέναι · καὶ ὡς ταῦτα ἔλεγεν, οἱ διώκοντες αὐτὸν ἐπελθόντες καὶ συλλαβόμενοι εἰς τινα συκάμινον αὐτὸν ἐσταύρωσαν. Ἠ δὲ συκάμινος ἔφη · “ἀλλ’ἔγωγε οὐκ ἄχθομαι πρὸς τὸν σὸν θάνατον ὑπηρετοῦσα · καὶ γὰρ ὅν αὐτὸς φόνον κατειργάσω, τοῦτον εἰς ἐμὲ † ἐξαιμάτωσας”. οὕτως πολλάκις καὶ οἱ φύσει χρηστοὶ, ὅταν ὑπὸ τινῶν ὡς φαῦλοι διαβάλλωνται, κατ’αὐτῶν πονηρεύεσθαι οὐκ ὀκνοῦσι.