Aesop and Aesopica

Fables, Fabula 77b

γάμοι τοῦ Ἡλίου θέρους ἐγίνοντο · πάντα δὲ τὰ ζῷα ἔχαιρον ἐπὶ τούτῳ, ἠγάλλοντο δὲ καὶ βάτραχοι. εἷς δὲ τούτων εἶπεν · “ὦ μῶροι, εἰς τί ἀγάλλεσθε; εἰ γὰρ μόνος ὤν ὁ Ἥλιος πᾶσαν ὕλην ἀποξηραίνει, ἐὰν γήμας ὅμοιον αὐτῷ γεννήσῃ, τί οὐ πάθωμεν κακῶν”;