κεραμεύς τις ἔπλαττε πολλὰς ὄρνεις ἐν τῷ ἐργαστηρίῳ. ὄνος δὲ παριὼν, ἀκολουθοῦντος ἀμελῶς τοῦ ὀνηλάτου, παρακύψας διὰ τῆς θυρίδος ἀνέτρεψε τὰς ὄρνιθας, καὶ τὰ ἐν τῷ ἐργαστηρίῳ συνέτριψε σκεύη. ὁ τοίνυν κύριος τοῦ ἐργαστηρίου ἐπὶ κρίσιν ἢγαγε τὸν ὀνηλάτην. ἐρωτώμενος δὲ ἐκεῖνος παρὰ τῶν ἀπαντώντων, τίνος κρίνοιτο, ἔλεγεν “ὄνου παρακύψεως”.