Aesop and Aesopica

Fables, Fabula 358

περιστερὰ ἔν τινι περιστερεῶνι τρεφομένη ἐπὶ πολυτεκνίᾳ ἐφρυάττετο. κορώνη δὲ αὐτῆς ἀκούσασα ἔφη · ἀλλ’, αὕτη, πέπαυσο ἐπὶ τούτῳ ἀλαζονευομένη · ὅσον γὰρ ἂν πλείονα ποιῇς, τοσοῦτον περιττοτέρας λύπας συνάγεις. οὕτω καὶ τῶν οἰκετῶν δυστυχέστατοί εἰσιν, ὅσοι ἐν τῇ δουλείᾳ τέκνα ποιοῦσι πολλά.