Aesop and Aesopica

Fables, Fabula 36

Αἴσωπος ἐν Σάμῳ δημηγορῶν, κρινομένου δημαγωγοῦ περὶ θανάτου, ἔφη · ἀλώπεκα διαβαίνουσαν ποταμὸν ἀπωσθῆναι εἰς φάραγγα · οὐ δυναμένην δ’ἐκβῆναι πολὺν χρόνον κακοπαθεῖν, καὶ κυνοραϊστὰς πολλοὺς ἔχεσθαι αὐτῆς · ἐχῖνον δὲ πλανώμενον, ὡς εἶδεν αὐτὴν, κατοικτείραντα εἰπεῖν, εἰ ἀφέλοι αὐτῆς τοὺς κυνοραϊστάς · τὴν δὲ οὐκ ἐᾶν. ἐρομένου δὲ, διὰ τί, ὅτι οὗτοι μὲν φάναι ἤδη μου πλήρεις εἰσὶ καὶ ὀλίγον ἕλκουσιν αἷμα, ἐὰν δὲ τούτους ἀφέλῃ, ἕτεροι ἐλθόντες πεινῶντες ἐκπιοῦνταί μου τὸ λοιπὸν αἷμα. ἀτὰρ καὶ ὑμᾶς, ἔφη ἄνδρες Σάμιοι, οὗτος μὲν οὐδὲν ἔτι βλάψει · πλούσιος γάρ ἐστιν · ἐὰν δὲ ἀποκτείνητε, ἕτεροι ἥξουσι πένητες, οἳ ὑμῖν ἀναλώσουσι τὰ κοινὰ κλέπτοντες.