Aesop and Aesopica

Fables, Fabula 235

κώνωψ ἐπιστὰς κέρατι ταύρου, καὶ πολὺν χρόνον ἐπικαθίσας, ἐπειδὴ ἀπαλλάττεσθαι ἔμελλεν, ἐπυνθάνετο τοῦ ταύρου, εἰ ἤδη βούλεται αὐτὸν ἀπελθεῖν. δὲ ὑποτυχὼν ἔφη · ἀλλ’οὔτε ὅτε ἦλθες, ἔγνων, οὔτε ἐὰν ἀπέλθῃς, γνώσομαι. τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα ἀδύνατον, ὃς οὔτε παρὼν οὔτε ἀπὼν ἐπιβλαβὴς ὠφέλιμός ἐστι.