Aesop and Aesopica

Fables, Fabula 375

ποιμὴν μικρὸν λύκον εὑρὼν ἐθρέψατο, εἶτα σκύμνον γενόμενον ἐδίδαξεν ἁρπάζειν ἑκ τῶν σύνεγγυς ποιμνίων. λύκος δὲ διδαχθεὶς ἔφη · ὅρα, μή πως σὺ ἐθίσας με ἁρπάζειν, πολλὰ τῶν σεαυτοῦ προβάτων ζητήσῃς. οἱ τῇ φύσει δεινοὶ, ἁρπάζειν καὶ πλεονεκτεῖν μαθόντες, τοὺς διδάξαντας πολλάκις πλείονα ἔβλαψαν.