λύκοι ἐπιβουλεύοντες ποίμνῃ προβάτων, ἐπειδὴ οὐκ ἠδύναντο αὐτῶν περιγενέσθαι διὰ τοὺς φυλάσσοντας αὐτὰ κύνας, ἔγνωσαν δεῖν διὰ δόλου τοῦτο πρᾶξαι. καὶ πέμψαντες πρέσβεις ἐξῄτουν παρ’αὐτῶν τοὺς κύνας, λέγοντες, ἐκείνους τῆς ἔχθρας ὄντας αἰτίους ἐγχειρίζεσθαι δεῖν αὐτοῖς, καὶ εἰρήνην μεταξὺ αὐτῶν γενήσεσθαι. τὰ δὲ πρόβατα μὴ προβλέποντα τὸ μέλλον ἐξέδωκαν τοὺς κύνας · καὶ οἱ λύκοι περιγενόμενοι ἐκείνων ῥᾳδίως τὴν ποίμνην ἀφύλακτον οὖσαν διέφθειραν. οὕτω καὶ τῶν πόλεων αἱ τοὺς δημηγόρους ῥᾳδίως προδιδοῦσαι λανθάνουσι καὶ αὐταὶ ταχέως πολεμίοις χειρούμεναι.