Aesop and Aesopica

Fables, Fabula 346

ὄφις καρκίνῳ συνδιῃτᾶτο, ἑταιρείαν πρὸς αὐτὸν ποιησάμενος. μὲν οὖν καρκίνος ἁπλοῦς ὢν τὸν τρόπον, μεταβαλέσθαι κἀκείνῳ παρῄνει τῆς πανουργίας · δὲ οὐδοτιοῦν ἑαυτὸν παρεῖχε πειθόμενον. ἐπιτηρήσας δ’ καρκίνος αὐτὸν ὑπνοῦντα, καὶ τοῦ φάρυγγος τῇ χηλῇ λαβόμενος καὶ ὅσον οἷόντε πιέσας, φονεύει. τοῦ δ’ὄφεως μετὰ θάνατον ἐκταθέντος, ἐκεῖνος εἶπεν · οὕτως ἔδει καὶ πρόσθεν εὐθὺν καὶ ἁπλοῦν εἶναι · οὐ δὲ γὰρ ἂν ταύτην τὴν δίκην ἔτισας. μῦθος δηλοῖ, ὅτι οἱ τοῖς φίλοις σὺν δόλῳ προσιόντες αὐτοὶ μᾶλλον βλάπτονται.