κηπωροῦ κύων εἰς φρέαρ κατέπεσεν. δὲ κηπωρὸς βουλόμενος αὐτὸν ἐκεῖθεν ἀναγαγεῖν, κατῆλθε καὶ αὐτὸς εἰς τὸ φρέαρ. οἰηθεὶς δ’ὁ κύων, ὡς κατωτέρω μᾶλλον αὐτὸν παραγέγονε καταδῦσαι, τὸν κηπωρὸν στραφεὶς ἔδακεν. ὁ δὲ μετ’ὀδύνης ἐπανιών “δίκαια” φησὶ “πέπονθα · τί δή ποτε γὰρ τὸν αὐτόχειρα σῶσαι ἐσπούδασα”; ὁ μῦθος πρὸς ἀδίκους καὶ ἀχαρίστους.