Aesop and Aesopica

Fables, Fabula 413

ἦν τις χαλκεὺς κυνάριον ἔχων. τούτου χαλκεύοντος, τὸ κυνάριον ἐκοιμᾶτο · καὶ οὖ πάλιν ἐσθίοντος, ἐγρηγόρει. οὗτος ἐπέρριψεν ὀστοῦν ταῦτα λαλῶν · ταλαίπωρον κυνάριον ὑπνῶδες, τί σοι ποιήσω ὄκνῳ κατεχομένῳ; ὅτε μὲν γὰρ τὸ ἀκμώνιόν μου προσκρούσω, ἐπανακλίνεις σεαυτὸν ἐπὶ κραββάτου · ὅτε δὲ πάλιν τοὺς ὀδόντας κινήσω, εὐθύς ἐγείρῃ καὶ τὴν κέρκον μοι σείεις. μῦθος οὗτος τούς ὑπνώδεις καὶ ἀργώδεις καὶ εἰς ἀλλοτρίων πόνους ἀποβλέποντας ἐλέγχει.