Aesop and Aesopica

Fables, Fabula 135

ἔριφος ἐπί τινος δώματος ἑστὼς, ἐπειδὴ λύκον παριόντα εἶδεν, ἐλοιδόρει καὶ ἔσκωπτεν αὐτόν · ὁ δὲ λύκος ἔφη · “ὦ οὗτος, οὐ σύ με λοιδορεῖς, ἀλλ’ὁ τόπος”. ὁ μῦθος δηλοῖ, ὅτι πολλάκις καὶ ὁ τόπος καὶ ὁ καιρὸς δίδωσι τὸ θράσος κατὰ τῶν ἀμεινόνων.