ἔν τινι ποίμνῃ δέλφαξ εἰσελθών ἐνέμετο. καὶ δή ποτε τοῦ ποιμένος συλλαμβάνοντος αὐτὸν, ἐκεκράγειτε καὶ ἀντέτεινε · τῶν δὲ προβάτων αὐτὸν αἰτιωμένων ἐπὶ τῷ βοᾶν, καὶ λεγόντων, “ἡμᾶς μὲν συνεχῶς συλλαμβάνει, καὶ οὐ κράζομεν” · ἔφη πρὸς ταῦτα · “ἀλλ’οὐχ ὁμοία τῇ ὑμετέρᾳ ἡ ἐμὴ σύλληψις · ὑμᾶς γὰρ ἢ διὰ. τὰ ἔρια ἀγρεύει ἢ διὰ τὸ γάλα · ἐμὲ δὲ διὰ τὸ κρέας”. ὁ λόγος δηλοῖ, ὅτι εἰκότως ἐκεῖνοι ἀνοιμώζουσιν, οἷς ὁ κίνδυνος οὐ περὶ χρημάτων ἐστὶν, ἀλλὰ περὶ αὐτῆς τῆς σωτηρίας.