λύκος, ἀκολουθῶν ποίμνῃ προβάτων, οὐδὲν ἠδίκει. ὁ δὲ ποιμὴν κατ’ἀρχὰς μὲν ἐφυλάττετο αὐτὸν ὡς πολέμιον, καὶ δεδοικὼς παρετηρεῖτο. ἐπεὶ δὲ συνεχῶς ἐκεῖνος παρεπόμενος οὐ δ’ἀρχὴν ἁρπάζειν ἐπεχείρει, τὸ τηνικαῦτα ἐννοήσας φύλακα μᾶλλον αὐτὸν εἶναι ἢ ἐπίβουλον, ἐπειδὴ χρεία τις αὐτὸν κατέλαβεν εἰς ἄστυ παραγενέσθαι, καταλιπὼν παρ’αὐτῷ τὰ πρόβατα ἀπηλλάγη. καὶ ὃς καιρὸν ἔχειν ὑπολαβὼν τὰ πλείω διέφθειρεν. ὁ δὲ ποιμὴν ἐπανελθὼν καὶ θεασάμενος τὴν ποίμνην διεφθαρμένην, ἔφη · “ἀλλ’ἐγὼ δίκαια πέ πονθα · τί γὰρ λύκῳ πρόβατα ἐπίστευον”; οὕτως καὶ τῶν ἀνθρώπων οἱ τοῖς φιλαργύροις καὶ πλεονέκταις τὰς παρακαταθήκας ἐγχειρίζοντες εἰκότως ἀποστεροῦνται.