ὀνηλάτης, ἐπιθεὶς ὄνῳ καὶ ἡμιόνῳ γόμους, ἤλαυνεν. ὁ δὲ ὄνος, μέχρι μὲν λεῖος τόπος ἦν, ἀντεῖχε πρὸς τὸ βάρος · ὡς δὲ ἐγένοντο κατά τινα κρημνὸν, μὴ δυνάμενος ὑποφέρειν, παρεκάλει τὴν ἡμίονον, μέρος τι τοῦ γόμου αὐτοῦ προσδέξασθαι, ἵνα τὸ λοιπὸν αὐτὸς διακομίσηται. τῆς δὲ παρ’οὐδὲν θεμένης αὐτοῦ τοὺς λόγους, ὁ μὲν κατακρημνισθεὶς διερράγη · ὁ δὲ ὀνηλάτης, ἀπορῶν ὅ, τι ποιήσει, οὐ μόνον τὸν γόμον τοῦ ὄνου τῇ ἡμιόνῳ προσέθηκεν, ἀλλὰ καὶ αὐτὸν τὸν ὄνον ἐκδείρας ἐπέθηκεν αὐτῇ. δὲ οὐ μετρίως καταπονηθεῖσα ἔφη πρὸς ἑαυτήν · “δίκαια πέπονθα · εἰ γὰρ παρακαλοῦντι τῷ ὄνῳ μικρὰ κουφίσαι ἐπείσθην, οὐκ ἂν νῦν μετὰ τῶν αὐτοῦ φορτίων καὶ αὐτὸν ἔφερον”. οὕτω καὶ τῶν δανειστῶν ἔνιοι διὰ φιλαργυρίαν, ἵνα μικρὰ τοῖς χρεώσταις μὴ παράσχωσι, πολλάκις καὶ αὐτὸ τὸ κεφάλαιον ἀπολλύουσι.