Aesop and Aesopica

Fables, Fabula 103

γεωργοῦ παῖδες ἐστασίαζον · δ’, ὡς πολλὰ παραινῶν οὐκ ἡδύνατο πεῖσαι αὐτούς λόγοις μεταβάλλεσθαι, ἔγνω δεῖν πρᾶγμα τοῦτο πρᾶξαι. καὶ παρηῄνεσεν αὐτοῖς ῥάβδων δέσμην κομίσαι. τῶν δὲ τὸ προσταχθὲν ποιησάντων, τὸ μὲν πρῶτον δοὺς αὐτοῖς ἀθρόας τὰς ῥάβδους ἐκέλευσε κατεάσσειν · ἐπειδὴ δὲ καὶ περιβιαζόμενοι οὐκ ἠδύναντο, ἐκ δευτέρου λύσας τὴν δέσμην ἀνὰ μίαν αὐτοῖς ῥάβδον ἐδίδου · τῶν δὲ ῥᾳδίως κατακλώντων, ἔφη · ἀτὰρ οὖν καὶ ὑμεῖς, παῖδες, ἐὰν μὲν ὁμοφρονῆτε, ἀχείρωτοι τοῖς ἐχθροῖς ἔσεσθε · ἐὰν δὲ στασιάζητε, εὐάλωτοι. λόγος δηλοῖ, ὅτι τοσοῦτον ἰσχυρότερόν ἐστιν ὁμόνοια, ὅσον εὐκαταγώνιστος στάσις.