λύκος δήποτε ἄρας ἀρνίον ἐκ ποίμνης ἀπεκόμιζεν εἰς τὴν ἰδίαν κοίτην · λέων δὲ τούτῳ ἐξαίφνης συναντήσας, ἦρεν ἐξ αὐτοῦ τὸ ἀρνίον. στὰς δὲ πόρρωθεν πρὸς αὐτὸν ταῦτα λέγει · “ἵνα τί, ἄναξ, ἐξ ἐμοῦ τοῦτο ἦρας; πῶς δὲ οὐ τηρεῖς τοὺς θεσμοὺς τοὺς ἀρχαίους, τοῦ μὴ τυραννεῖν χειρὶ δυνατωτάτῃ, ἀλλὰ πάντοτε ἐκδικεῖν τοῖς ἀπόροις”; ὁ δὲ γελάσας πρὸς αὐτὸν ταῦτα λέγει · “σὺ δὲ, ὦ λύκε, δικαίως τοῦτ’ἂν ἔσχες, εἴ τις τῶν φίλων αὐτὸ κεχάρικέ σοι”. πρὸς πλεονέκτας καὶ ἅρπαγας τοὺς μεμφομένους ἀλλήλοις ὁ μῦθος.