τοῦ Διὸς γαμοῦντος πάντα τὰ ζῶα ἀνήνεγκαν δῶρα · ὄφις δὲ ἕρπων ῥόδον ἀναλαβὼν τῷ στόματι ἀνέβη. ἰδὼν δὲ αὐτὸν ὁ Ζεὺς ἔφη · “τῶν ἄλλων ἀπάντων καὶ ἐκ ποδῶν δῶρα δέχομαι, ἀπὸ δὲ τοῦ σοῦ στόματος οὐ λαμβάνω”. ὁ λόγος δηλοῖ, ὅτι πάντων τῶν πονηρῶν αἰ χάριτες φοβεραί.