Aesop and Aesopica

Fables, Fabula 345

ὄφις καὶ γαλῆ ἔν τινι οἰκίᾳ ἐμάχοντο · οἱ δὲ ἐνταῦθα μύες ἀεὶ καταναλισκόμενοι ὑπ’ἀμφοτέρων, ὡς ἐθεάσαντο αὐτοὺς μαχομένους, ἐξῆλθον βαδίζοντες. ἰδόντες δὲ τοὺς μύας, τότε ἀφέντες τὴν πρὸς ἀλλήλους μάχην, ἐπ’ἐκείνους ἐτράπησαν. οὕτω καὶ οἱ ἐν ταῖς τῶν δημαγωγῶν στάσεσιν αὑτοὺς παρεισβάλλοντες λανθάνουσιν αὐτοὶ ἑκατέρων παρανάλωμα γινόμενοι.