κιθαρῳδὸς ἄμουσος ἐν κεκονιαμένῳ οἴκῳ συνεχῶς ᾄδων, ἀντηχούσης δὲ αὐτῷ τῆς φωνῆς, ὥστε αὐτὸν νομίσαι εὔφωνον εἶναι σφόδρα, καὶ δὴ ἐπαρθεὶς ἐπὶ τούτῳ ἔγνω δεῖν καὶ εἰς θέατρον εἰσελθεῖν · ἀφικόμενος δὲ ἐπὶ σκηνὴν, καὶ πάνυ κακῶς ᾄδων λίθοις βαλλόμενος ἐξηλάθη. οὕτω καὶ τῶν ῥητόρων ἔνιοι ἐν σχολαῖς εἶναι τινες δοκοῦντες, ὅταν ἐπὶ τὰς πολιτείας ἀφίκωνται, οὐδενὸς ἄξιοι εὑρίσκονται.