Aesop and Aesopica

Fables, Fabula 296

μύρμηξ διψήσας, κατελθὼν εἰς πηγὴν, παρασυρεὶς ὑπὸ τοῦ ῥεύματος, ἀπεπνίγετο. περιστερὰ δὲ τοῦτο θεασαμένη, κλῶνα δένδρου περιελοῦσα, εἰς τὴν πηγὴν ἔδρ’ρ’ιψεν, ἐφ’οὐ καὶ καθίσας μύρμηξ διεσώθη. ἰξευτὴς δέ τις μετὰ τοῦτο τοὺς καλάμους συνθεὶς, ἐπὶ τὸ τὴν περιστερὰν συλλαβεῖν ᾔει. τοῦτο δ’ μύρμηξ ἐωρακὼς, τὸν τοῦ ἰξευτοῦ πόδα ἔδακεν. δὲ ἀλγήσας τούςτε καλάμους ἔρ’ρ’ιψε, καὶ τὴν περιστερὰν αὐτίκα φυγεῖν ἐποίησεν. μῦθος δηλοῖ, ὅτι δεῖ τοῖς εὐεργέταις χάριν ἀποδιδόναι.