ἀετὸς καταπτὰς ἀπό τινος ὑψηλῆς πέτρας ἂργα ἥρπασε · κολοιὸς δὲ τοῦτο θεασάμενος διὰ ζῆλον τοῦτον μιμήσασθαι ἤθελε. καὶ δὴ καθεὶς ἑαυτὸν μετὰ πολλοῦ τοῦ ῥοίζου ἐπὶ κριὸν ἠνέχθη · ἐμπαρέντων δ’αὐτοῦ τῶν ὀνύχων τοῖς μαλλοῖς, ἐξαρθὴναι μὴ δυνάμενος ἐπτερύσσετο, ἕως ὁ ποιμὴν, τὸ γεγονὸς αἰσθόμενος, προσδραμὼν συνέλαβεν αὐτόν. καὶ περικόψας αὐτοῦ τὰ ὀξύπτερα, ὡς ἑσπέρα κατέλαβε, τοῖς αὐτοῦ παισὶν ἐκόμισε. τῶν δὲ πυνθανομένων, τί ἄν εἴη τὸ ὄρνεον, ἔφη · “ὡς μὲν ἐγὼ σαφῶς οἶδα, κολοιός, ὡς δὲ αὐτὸς βούλεται, ἀετός”. οὕτως ἡ πρὸς τοὺς ὑπερέχοντας ἅμιλλα πρὸς τῷ μηδὲν ἀνύειν καὶ ἐπὶ συμφοραῖς προσκτᾶται γέλωτα.