Aesop and Aesopica

Fables, Fabula 92

γεωργὸς ἀετὸν εὑρὼν ἀγρευόμενον, τὸ κάλλος αὐτοῦ θαυμάσας, ἀπέλυσεν αὐτὸν ἐλεύθερον. δὲ οὐκ ἄμοιρος αὐτῷ χάριτος κατεφάνη, ἀλλ’ὑπὸ τεῖχος σαθρὸν καθήμενον ἰδὼν, προσπετάσας τοῖς ποσὶν ἦρε τὸν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ φάκελον. δὲ ἐξαναστὰς ἐδίωκε · τοῦτον δὲ ἀετὸς ἔρριψε. καὶ ἀναλαβόμενος αὐτὸν καὶ ὑποστρέψας, εὗρε τὸ τεῖχος συμπεπτωκὸς, ἔνθα ἐκάθητο, καὶ τὴν ἀμοιβὴν ἐθαυμάσατο. ὅτι τοὺς ἀγαθόν τι πεπονθότας ἀντευεργετεῖν χρή.