τράγος, ἐν θέρει σφοδρῶς διψήσας, κατῆλθεν εἰς βαθύκρημνον ὕδωρ πιεῖν. πιών δὲ καὶ χορτασθεὶς οὐκ ἡδύνατο ἀνελθεῖν καὶ μετενόει καὶ βοηθὸν ἐζήτει. ἀλώπηξ δὲ τοῦτον ἰδοῦσα ἔφη · “ὦ ἀνόητε, εἰ τόσας φρένας εἶχες, ὅσας ἐν τῷ πώγωνι τρίχας, πρότερον οὐκ ἂν κατέβης, ἢ μὴ τὴν ἄνοδον ἐσκέεψω”. ὅτι δεῖ πρότερον προσκοποῦντα τὰ τέλη τῶν πραγμάτων, οὕτω ποιεῖσθαι (ποιεῖν G).