Aesop and Aesopica

Fables, Fabula 307b

ταὼν γεράνου κατεγέλα, κωμῳδῶν τὴν χροιὰν αὐτοῦ καὶ λέγων ὡς ἐγὼ μὲν χρυσὸν καὶ πορφύραν ἐνδέδυμαι, σύ δὲ οὐδὲν καλὸν φέρεις ἐν πτεροῖς. δὲ ἀλλ’ἐγώ ἔφη τῶν ἀστέρων ἔγγιστα φωνῶ, καὶ εἰς τὰ οὐράνια ὕψη ἵπταμαι · σὺ δὲ, ὡς ἀλέκτωρ, κάτω μετ’ὀρνίθων βαίνεις. ὅτι κρεῖττον περίβλεπτον εἶναί τινα ἐν πενιχρᾷ ἐσθῆτι ζῆν ἀδόξως ἐν πλούτῳ γαυρούμενον.