χειμῶνος ὥρᾳ, τῶν σίτων βραχέντων, οἱ μύρμηκες ἔψυχον, τέττιξ δὲ λιμώττων ᾔτει αὐτούς τροφήν. οἱ δὲ μύρμηκες εἶπον αὐτῷ · “διὰ τί τὸ θέρος οὐ συνῆγες τροφήν”; ὁ δὲ εἶπεν · “οὐκ ἐσχόλαζον, ἀλλ’ᾖδὸν μουσικῶς”. οἱ δὲ γελάσαντες εἶπον · “ἀλλ’εἰ θέρους ὥραις ηὔλεις, χειμῶνος ὀρχοῦ”. ὁ μῦθος δηλοῖ, ὅτι οὐ δεῖ τινα ἀμελεῖν ἐν παντὶ πράγματι, ἵνα μὴ λυπηθῇ καὶ κινδυνεύσῃ.