Aesop and Aesopica

Fables, Fabula 384

ῥόδῳ παραφυὲν ἀμάραντον ἔφη πρὸς αὐτό · “οἷον ἄνθος εὐπρεπὲς εἶ, ποθητὸν καὶ θεοῖς καὶ ἀνθρώποις · μακαρίζω σε τοῦ κάλλους καὶ τῆς εὐωδίαρ”. τὸ δὲ εἷπεν · “ἐγὼ μὲν, ὦ ἀμάραντον, πρὸς ὀλίγον καιρὸν ζῶ, καὶ, κἂν μηδεὶς κόψῃ με, τήκομαι · σὺ δὲ ἀνθεῖς ἀεὶ, καὶ ζῇς οὕτω νέον”. ὅτι κρεῖσσον ὀλιγαρκούμενόν τινα διαμένειν, ἢ πρὸς ὀλίγον τρυφήσαντα μεταβολῆς δυστυχοῦς τυχεῖν ἢ καὶ ἀποθανεῖν.