Aesop and Aesopica

Fables, Fabula 84

γέννημα φρύνου συνεπάτησε βοῦς πίνων · ἐλθοῦσα δ’αὐτόσ’(οὐ παρῆν γὰρ) μήτηρ παρὰ τῶν ἀδελφῶν, ποῦ ποτ’ἦν, ἐπεζήτει. τέθνηκε, μῆτερ · ἄρτι γὰρ πρὸ τῆς ὥρης ἦλθεν πάχιστον τετράπουν, ὑφ’οὗ κεῖται χηλῇ μαλαχθείς. δὲ φρῦνος ἠρώτα, φυσῶσ’ἑαυτὴν, εἰ τοιοῦτον ἦν ὄγκῳ τὸ ζῶον. οἱ δὲ μητρὶ παῦε, μὴ πρίου · θᾶσσον σεαυτὴν · εἶπον ἐκ μέσου ῥήξεις, τὴν ἐκείνου ποιότητα μιμήσῃ. ὅτι ἐπικίνδυνον τοῖς ἐλάττοσι παρατείνεσθαι τοῖς μείζοσι.