Aesop and Aesopica

Fables, Fabula 133

τῇ ἑορτῇ φασι τὴν ὑστεραίαν ἐρίσαι λέγουσαν, ὡς ἐκείνη μὲν ἀσχολιῶντε μεστὴ καὶ κοπώδης ἐστὶν, ἐν αὐτῇ δὲ πάντες ἀπολαύουσι τῶν παρεσκευασμένων σχολάζοντες · τὴν δ’ἑορτὴν πρὸς ταῦτ’εἰπεῖν · ἀληθῆ λέγεις · ἀλλ’ἐμοῦ μὴ γενομένης, σὺ οὐκ ἂν ἦσθα.