ὁ ἀσπάλαξ τυφλὸν ζῶόν ἐστι. φησὶν οὖν ποτε τῇ μητρί · “συκαμινέαν, μῆτερ, ὁρῶ”. εἶτα αὖθίς φησι · “λιβάνου ὀσμῆς πεπλήρωμαι”. κα- κἀκ τρίτου πάλιν “χαλκῆς” φησὶ “ψηφῖδος κτύπον ἀκούω”. ἡ δὲ μήτηρ ὑπολαβούσα εἶπεν · “ὦ τέκνον, ὡς ἤδη μανθάνω, οὐ μόνον ὄψεως ἐστέρησαι, ἀλλὰ καὶ ἀκοῆς καὶ ὀσφρήσεως”. ὁ μῦθος δηλοῖ, ὅτι ἔνιοι τῶν ἀλαζόνων τὰ ἀδύνατα κατεπαγγέλλονται καὶ ἐν τοῖς ἐλαχίστοις ἐλέγχονται.