Aesop and Aesopica

Fables, Fabula 247

λέων καὶ ἄρκτος, ὁμοῦ νεβρῷ περιτυχόντες, περὶ τούτου ἐμάχοντο. δεινῶς οὖν ὑπ’ἀλλήλων διατεθέντες, ὡς ἐκ τῆς πολλῆς μάχης καὶ σκοτοδινιᾶσαι, ἀπαυδήσαντες ἔκειντο. ἀλώπηξ δὲ κύκλῳ περιιοῦσα, πεπτωκότας αὐτοὺς ἰδοῦσα καὶ τὸν νεβρὸν ἐν τῷ μέσῳ κείμενον, τοῦτον, διὰ μέσου ἀμφοῖν διαδραμοῦσα καὶ ἁρπάσασα, φεύγουσα ᾤχετο. οἱ δὲ βλέποντες μὲν αὐτὴν, μὴ δυνάμενοι δὲ ἀναστῆναι, δείλαιοι ἡμεῖς, εἶπον ὅτι δι’ἀλώπεκα ἐμοχθοῦμεν. μῦθος δηλοῖ, ὅτι ἄλλων κοπιώντων ἄλλοι κερδαίνουσιν.