Aesop and Aesopica

Fables, Fabula 47

ἀλώπηξ εἰσελθοῦσα εἰς πλάστου ἐργαστήριον, καὶ ἕκαστον τῶν ἐνόντων διερευνῶσα ὡς περιέτυχε τραγῳδῶν προσώπῳ, τοῦτο ἐπάρασα εἶπεν · “οἵα κεφαλὴ ἐγκέφαλον οὐκ ἔχει”. ὁ λόγος εὔκαιρος πρὸς ἄνδρα μεγαλοπρεπῆ μὲν σώματι, κατὰ ψυχὴν δὲ ἀλόγιστον.