Aesop and Aesopica

Fables, Fabula 393

σφήξ ποτε ἐπὶ κεφαλὴν ὄφεως καθίσας καὶ συνεχῶς τοῖς κέντροις πλήσσων, ἐχείμαζεν. ὁ δὲ περιώδυνος γενόμενος καὶ τὸν ἐχθρὸν οὐκ ἔχων ἀμύνασθαι καὶ ἀποσοβῆσαι, ὡς ἐθεάσατο ἅμαξανμεστὴν ξύλων, ἀμηχανῶν τὴν κεφαλὴν τῷ τροχῷ ὑπέθηκε, φάσκων · “συντελευτῶ κἀγὼ τῷ ἐχθρῷ μου”. καὶ οὕτω τῷ σφηκὶ συναπέθανεν. ὁ λόγος δηλοῖ, ὅτι τινὲς τοῖς ἐχθροῖς αἱροῦνται συναποθνήσκειν.