Aesop and Aesopica

Fables, Fabula 7

ἀετὸς λαγωὸν ἐδίωκεν · δὲ ἐν ἐρημίᾳ τῶν βοηθηόντων ὑπάρχων, ὃν μόνον καιρὸς παρέσχε κάνθαρον ἰδὼν, τοῦτον ἱκέτευεν. δὲ παραθαρρύνας αὐτὸν, ὡς ἐγγὺς ἐλθόντα τὸν ἀετὸν ἐθεάσατο, παρεκάλει μὴ ἀπάγειν αὐτοῦ τὸν ἱκέτην · κἀκεῖνος ὑπεριδὼν τὴν σμικρότητα, ἐν ὄψει κανθάρου τὸν λαγωὸν κατεθοινήσατο. δὲ ἀπ’ἐκείνου μνησικακῶν διετέλει, παρατηρούμενος τοῦ ἀετοῦ τὰς καλιὰς, καὶ εἴ ποτε ἐκεῖνος ἔτικτε, μετάρσιος διαιρόμενος ἐκύλιε τὰ ὠὰ καὶ κατέασσε, μέχρις οὗ πανταχόθεν ἐλαυνόμενος ἀετὸς ἐπὶ τὸν Δία κατέφυγεν (ἐστὶ δὲ τοῦ Διὸς ἱερὸς ὄρνις), καὶ αὐτοῦ ἐδεήθη, τόπον αὐτῷ πρὸς νεοττοποιίαν ἀσφαλῆ παρασχεῖν. τοῦ δὲ Διὸς ἐν τοῖς κόλποις αὐτοῦ τίκτειν ἐπιτρέψαντος αὐτῷ, κάνθαρος τοῦτο ἑωρακὼς, κόπρου σφαῖραν ποιήσας ἀνέπτη, καὶ γενόμενος κατὰ τοὺς τοῦ Διὸς κόλπους, ἐνταῦθα καθῆκεν. δὲ Ζεὺς ἀποδύσασθαι τὴν κόπρον βουλόμενος, ὡς διανέστη, ἔλαθεν ἀπορρίψας τὰ ὠά · ἀπ’ἐκείνουτε φασὶ, περὶ ὃν καιρὸν οἱ κάνθαροι γίνονται, τοὺς ἀετούς μὴ νεοττεύειν. λόγος δηλοῖ, μηδενὸς καταφρονεῖν, λογιζομένους, ὅτι οὐδεὶς οὕτω ἐστὶν ἀδύνατος, ὡς προπηλακισθεὶς μὴ δύνασθαι ἑαυτὸν ἐκδικῆσαι.