Aesop and Aesopica

Fables, Fabula 76

βάτραχοι λυπούμενοι ἐπὶ τῇ ἑαυτῶν ἀναρχίᾳ πρέσβεις ἔπεμψαν ἐπὶ τὸν Δία, δεόμενοι βασιλέα αὐτοῖς παρασχεῖν. δὲ συνιδὼν τὴν εὐήθειαν, ξύλον εἰς τὴν λίμνην καθῆκε. καὶ οἱ βάτραχοι τὸ μὲν πρῶτον καταπλαγέντες τὸν ψόφον, ἑαυτοὺς εἰς τὰ βάθη τῆς λίμνης ἐδίδοσαν · ὕστερον δὲ, ὡς ἀκίνητον ἦν τὸ ξύλον, ἀναδύναντες εἰς τοσοῦτον καταφρονήσεως ἦλθον, ὡς ἐπιβαίνοντας αὐτῷ ἐπικαθέζεσθαι. ἀναξιοπαθοῦντες δὲ τοιοῦτον ἔχειν βασιλέα, ἧκον ἐκ δευτέρου πρὸς τὸν Δία, καὶ τοῦτον παρεκάλουν ἀλλάξαι αὐτοῖς τὸν ἄρχοντα · τὸν γὰρ πρῶτον λίαν εἶναι νωχελῆ. καὶ Ζεὺς ἀγανακτήσας κατ’αὐτῶν, ὕδραν αὐτοῖς ἐπέπεμψεν, ὑφ’ἧς συλλαμβανόμενοι κατησθίοντο. λόγος δηλοῖ, ὅτι ἄμεινόν ἐστι νωθεῖς καὶ μὴ πονηροὺς ἔχειν ἄρχοντας, ταρακτικοὺς καὶ κακούργους.