Aesop and Aesopica

Fables, Fabula 112b

γυνὴ μάγος, θείων μηνιμάτων ἀποτροπιασμοὺς ἐπαγγελλομένη, πολλὰ διετέλει ποιοῦσα, καὶ κέρδος ἐντεῦθεν ἔχουσα. γραψάμενοι δέ τινες αὐτὴν ἀσεβείας, εἷλον, καὶ καταδικασθεῖσαν ἀπῆγον εἰς θάνατον. ἰδὼν δέ τις ἀπαγομένην αὐτὴν, ἔφη · τὰς τῶν θεῶν ὀργὰς ἀποτρέπειν ἐπαγγελλομένη, πῶς οὐ δὲ ἀνθρώπων βουλὴν μεταπεῖσαι ἠδυνήθης; μῦθος δηλοῖ, ὅτι πολλοὶ μεγάλα ἐπαγγέλλονται, μη δὲ μικρὰ ποιῆσαι δυνάμενοι.