Aesop and Aesopica

Fables, Fabula 139

ἐν ὁδῷ τις Ἑρμῆς τετράγωνος εἰστήκει, λίθων δ’ὑπ’αὐτῷ σωρὸς ἦν. κύων τούτῳ εἶπε προσελθών · χαῖρε πρῶτον, Ἑρμεία · ἔπειτ’ἀλεῖψαι βούλομαί σε, μη δ’οὕτω θεὸν παρελθεῖν, καὶ θεὸν παλαιστρίτην. δ’εἶπεν · ἄν μὴ τοῦτό μούπιλιχμήσῃς τοὔλαιον ἐλθών, μη δέ μοι προσουρήσῃς, χάριν εἴσομαί σοι · καὶ πλέον με μὴ τίμα. ὅτι τοῖς κακοῖς ἀρκεῖ τέως, οὐκ ἄλλως πως δυναμένοις δρᾶσαι τὰ βελτίω, κἂν τῶν συνήθων αὐτῶν αἰτιῶν ἀργῆσαι.