ψύλλα δήποτε τὸν βοῦν οὕτως ἠρώτα · “τί δὴ παθών ἀνθρώποις ὁσημέραι δουλεύεις, καὶ ταῦτα ὑπερμεγέθης καὶ ἀνδρεῖος τυγχάνων, ἐμοῦ σάρκας αὐτῶν οἰκτίστως διασπώσης, καὶ τὸ αἷμα χανδὸν πινούσης”; καὶ ὅς “οὐκ ἄχαρις ἔσομαι” φησὶ “μερόπων γένει · στέργομαι γὰρ παρ’αὐτῶν καὶ φιλοῦμαι ἐκτόπως, τρίβομαίτε συχνῶς μέτωπόντε καὶ ῶμους”. ἡ δὲ “ἀλλ’ἐμοὶ γοῦν τέως τῇ δειλαίᾳ ἡ σοὶ φίλη τρίψις οἴκτιστος μόρος, ὅτε καὶ τύχῃ, συμβαίνει”. ὅτι οἱ διὰ τοῦ λόγου ἀλαζόνες καὶ ὑπὸ τοῦ εὐτελοῦς ἡττῶνται.