Aesop and Aesopica

Fables, Fabula 61b

γεωργῷ πονηρῷ φθόνον ἐνεποίει τὸ τοῦ γείτονος αὐξανόμενον λήϊον, καὶ διαφθείρειν τοὺς ἐκείνου πόνους ἐζήτει. καὶ θηράσας ἀλώπεκα, προσάψας δαλὸν, πρὸς τὸ τοῦ γείτονος ἀφίησι λήϊον. δὲ καθ’ἧς ἀφεῖτο μὴ παριοῦσα, βουλομένου τοῦ δαίμονος τὸ τοῦ πέμψαντος ἐνέπρησεν λήϊον. πονηροὶ γείτονες πρῶτοι τῆς ἑτέρων μετέχουσι βλάβης.