ὁ Ζεὺς τὰς τῶν ἀνθρώπων ἁμαρτίας ἐν ὀστράκοις τὸν Ἑρμῆν ὥρισε γράφειν, καὶ εἰς κιβωτὸν ἀποτιθέναι πλησίον αὐτοῦ, ὅπως ἑκάστου τὰς δίκας ἀναπράσσῃ. συγκεχυμένων δὲ τῶν ὀστράκων ἐπ’ἀλλήλοις, τὸ μὲν βράδιον, τὸ δὲ τάχιον ἐμπίπτει εἰς τὰς τοῦ Διὸς χεῖρας, εἴποτε καλῶς κρίνοι. τῶν οὖν πονηρῶν οὐ προσῆκε θαυμάζειν, ἂν θᾶσσον ἀδικῶν τις, ὀψὲ κακῶς πράσσῃ.