Aesop and Aesopica

Fables, Fabula 26

ἁλιεὺς, τὸ πρὸς ἄγραν δίκτυον ἐκ τῆς θαλάσσης ἐκβαλὼν, τῶν μὲν μεγάλων ἰχθύων ἐγκρατὴς γέγονε, καὶ τούτους ἐν τῇ γῇ ἥπλωσεν · οἱ δὲ βραχύτεροι τῶν ἰχθύων διὰ τῶν τρυμαλιῶν διέδρασαν ἐν τῇ θαλάσσῃ. ὅτι εὔκολος σωτηρία τοῖς μὴ μεγάλως εὐτυχοῦσιν, τοὺς δὲ μεγάλους ὄντας τῇ δόξῃ σπανίως ἴδοις ἂν ἐκφεύγειν τὴν δίκην.