Aesop and Aesopica

Fables, Fabula 410

φαλακρός τις, ξένας τρίχας τῇ ἑαυτοῦ περιθεὶς κεφαλῇ, ἵππευεν. ἄνεμος δὲ φυσήσας ἀφεῖλε ταύτας · γέλως δὲ πλατύς τοὺς παρεστῶτας εἶχε. κἀκεῖνος εἶπε τοῦ δρόμου παύσας · τὰς οὐκ ἐμὰς τρίχας τί ξένον φεύγειν με, αἵ καὶ τὸν ἔχοντα ταύτας, μεθ’οὗ καὶ ἐγεννήθησαν, κατέλιπον; ὅτι μηδεὶς λυπείσθω ἐπὶ συμφοραῖς ἐπελθούσαις αὐτῷ · γὰρ γεννηθεὶς οὐκ ἔσχεν ἐκ φύσεως, τοῦτο οὐ δὲ παραμένει · γυμνοὶ γὰρ ἤλθομεν οἱ πάντες, γυμνοὶ οὖν ἀπελευσόμεθα.