Aesop and Aesopica

Fables, Fabula 79

βόες ἅμαξαν εἷλκον · τοῦ δὲ ἄξονος τρίζοντος, ἐπιστραφέντες ἔφασαν οὕτως πρὸς αὐτόν · “ὦ οὗτος, ἡμῶν τὸ ὅλον βάρος φερόντων, σὺ τί κράζεις”; οὕτω καὶ ἔνιοι ἑτέρων μοχθούντων αὐτοὶ προσποιοῦνται κάμνειν.