γέρων ποτὲ ξύλα τεμών ἐξ ὄρους κα- κἀπὶ τῶν ὤμων ἀράμενος, ἐπειδὴ πολλὴν ὁδὸν ἐπηχθισμένος ἐβάδισεν, ἀπειρηκὼς ἀπέθετότε τὰ ξύλα, καὶ τὸν Θάνατον ἐλθεῖν ἐπεκαλεῖτο. τοῦ δὲ Θανάτου εὐθὺς ἐπιστάντος, καὶ τὴν αἰτίαν πυνθανομένου, δι’ἥν αὐτὸν καλοίη, ὁ γέρων ἔφη · “ἵνα τὸν φόρτον τοῦτον ἄρας ἐπιθῇς μοι”. ὁ μῦθος δηλοῖ, ὅτι πᾶς ἄνθρωπος, φιλόζωος ὢν, κα- κἂν μυρίοις κινδύνοις περιπεσὼν δοκῇ θανάτου ἐπιθυμεῖν, ὅμως τὸ ζῆν πολὺ πρὸ τοῦ θανάτου αἱρεῖται.