ἀλεκτόρων δύο μαχομένων περὶ θηλειῶν ὀρνίθων, ὁ εἷς τὸν ἕτερον κατετροπώσατο. καὶ ὁ μὲν ἡττηθεὶς εἰς τόπον κατάσκιον ἀπιὼν ἐκρύβη · ὁ δὲ νικήσας, εἰς ὕψος ἀρθεὶς καὶ ἐφ’ὑψηλοῦ τοίχου στὰς, μεγαλοφώνως ἐβόησε. καὶ παρευθὺς ἀετὸς καταπτὰς ἥρπασεν αὐτόν. ὁ δ’ἐν σκότῳ κεκρυμμένος ἀδεῶς ἔκτοτε ταῖς θηλείαις ἐπέβαινεν. ὁ μῦθος δηλοῖ, ὅτι κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.