Aesop and Aesopica

Fables, Fabula 272

λύκος τις ἁδρὸς ἐν λύκοις ἐγεννήθη, λέοντα δ’αὐτὸν ἐπεκάλουν · δ’ἀγνώμων τὴν δόξαν οὐκ ἤνεγκε, τῶν δὲ συμφύλων ἀποστατήσας τοῖς λέουσιν ὡμίλει. κερδὼ δ’ἐπισκώπτουσα μὴ φρενωθείην ἔφη τοσοῦτον, ὡς σὺ νῦν ἐτυφώθης · σὺ γὰρ ὡς ἀληθῶς ἐν λύκοις λέων φαίνῃ, ἐν δ’οὖ λεόντων συγκρίσει λύκος γίγνῃ. πρὸς τοὺς ὑπὸ τῶν κολάκων οὐκ ὀρθῇ κρίσει ἐπαινουμένους καὶ μέγα φρονοῦντας, ἐλεγχομένους δὲ ἑαυτοὺς ἐπιγινώσκοντας.