Aesop and Aesopica

Fables, Fabula 74

βάτραχοι δύο ἐν λίμνῃ ἐνέμοντο · θέρους δὲ ξηρανθείσης τῆς λίμνης, ἐκείνην καταλιπόντες ἐπεζήτουν ἑτέραν. καὶ δὴ βαθεῖ περιέτυχον φρέατι, ὅπερ ἰδὼν ἅτερος θατέρῳ φησί · συγκατέλθωμεν, οὗτος, εἰς τόδε τὸ φρέαρ. δὲ ὑπολαβών εἶπεν · ἂν οὖν καὶ τὸ ἐνθάδε ὕδωρ ξηρανθῇ, πῶς ἀναβησόμεθα; μῦθος δηλοῖ, ὅτι οὐ δεῖ ἀπερισκέπτως προσιέναι τοῖς πράγμασιν.