λύκος ἄρνα εὑρὼν πεπλανημένον, οὐκ ἀφήρπασε χειρὶ δυνατωτάτῃ, ἀλλ’ἠθέλησε μετ’εὐλόγου αἰτίας τοῦτον φαγεῖν. εἶπε δὲ πρὸς αὐτὸν τοιαῦτα · “πέρυσι σὺ πολλὰ καθύβρισάς με”. ὁ δὲ πρὸς αὐτὸν θρηνῳδῶν ἀνεβόα · “ἔγωγ’οὐκ ἐν τούτῳ γεγένημαι τῷ χρόνῳ”. καὶ ὁ λύκος εἶπε πρὸς αὐτόν · “τὴν ἄρουράν μου νέμῃ”. ὁ δ’ἀρνὸς ἔφη · “ἀκμὴν τροφὴν οὐκ εἶδον”. πάλιν ὁ λύκος · “ἐκ τῆς πηγῆς μου πίνεις”. ὁ δὲ “οὔπω πέπωκα ὕδωρ” προσεῖπεν αὐτῷ · “τῆς γὰρ μητρός μου τὸ γάλα ἡ τροφή μου καὶ τὸ πόμα μου”. ὁ δὲ συλλαβὼν καὶ φαγὼν τοῦτον, εἶπεν · “ἀλλ’ἐμὼ τέως ἄδειπνος οὐ μενῶ, εἰ καὶ σὺ ἀφορμὴν ἐμὴν πᾶσαν λύεις”. ὁ μῦθος δηλοῖ, ὅτι γνώμην κακούργου καὶ πλεονέκτου λόγος οὐ πείθει, κα- κἂν ἀληθὴς τυγχάνῃ.