Aesop and Aesopica

Fables, Fabula 425

ψύλλα ποτέ τινι πολλὰ ἠνώχλει · καὶ δὴ συλλαβών “τίς εἶ σύ” ἀνεβόα, “ὅτι πάντα μου τὰ μέλη κατεβοσκήσω, εἰκῇ καὶμάτην ἐμὲ καταναλίσκων”; ἡ δὲ ἐβόα · “ὦ οὗτος, σῶζέ με, μὴ κτεῖνε · μέγα γὰρ κακὸν οὐ δύναμαι ποιεῖν”. ὁ δὲ γελάσας πρὸς αὐτὴν οὕτως ἔφη · “ἄρτι τεθνήξῃ χερσί μου ταῖς ἰδίαις · ἅπαν γὰρ κακὸν, εἴτε μικρὸν εἴτε μέγα, οὐ δ’ὅλως πρέπει που φῦναι”. ὅτι κακῷ οὐ πρέπει ἐλεηθῆναι, κἄν μέγας ᾖ κἂν μικρός.